Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.99 Joseph. AJ 14.104 (English) >>Joseph. AJ 14.109

14.102 δʼ ἐλθὼν πολλοὺς μὲν ἐσωφρόνισεν καὶ προσηγάγετο τῷ δέοντι, τὸν δὲ Ἀλέξανδρον οὐκ ἠδυνήθη κατασχεῖν· στρατοῦ γὰρ ἔχων οὗτος μυριάδας τρεῖς Ἰουδαίων ἀπήντησεν Γαβινίῳ καὶ συμβαλὼν ἡττᾶται πεσόντων αὐτῷ μυρίων περὶ τὸ Ἰταβύριον ὄρος. 14.103

Καταστησάμενος δὲ Γαβίνιος τὰ κατὰ τὴν Ἱεροσολυμιτῶν πόλιν, ὡς ἦν Ἀντιπάτρῳ θέλοντι, ἐπὶ τὴν Ναβαταίων ἔρχεται, καὶ κρατεῖ μὲν τούτων τῇ μάχῃ, Πάρθων δὲ φυγάδας Μιθριδάτην καὶ Ὀρσάνην ἐλθόντας προύπεμψεν, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν. 14.104καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος Δαμασκηνὸς καὶ Στράβων Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων. 14.105

Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, Πομπήιος καταλελοίπει, δισχίλια δʼ ἦν τάλαντα, βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δʼ οὗτος ἦν ὀκτακισχίλια, περιδύειν τοῦ ναοῦ. 14.106λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν τριακοσίων πεποιημένην· δὲ μνᾶ παρʼ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δʼ αὐτῷ ταύτην τὴν δοκὸν τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.99 Joseph. AJ 14.104 (English) >>Joseph. AJ 14.109

Powered by PhiloLogic